Hymns of the Day
The women disciples of the Lord heard from the angel, the joyful news of the Resurrection and the repeal of the sentence imposed upon our forefathers. With pride they said to the Apostles, "Death is vanquished, Christ our God is risen bestowing upon the world His great mercy."
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Your birth, O Theotokos, brought joy to the whole world, for from you dawned the sun of righteousness, Christ our God. Freeing us from the curse, He gave us His blessings. Abolishing death, He granted us eternal life.
Η γέννησίς σου Θεοτόκε, χαράν εμήνυσε πάση τή οικουμένη, εκ σού γάρ ανέτειλεν ο ήλιος τής δικαιοσύνης, Χριστός ο Θεός ημών, καί λύσας τήνκατάραν, έδωκε τήν ευλογίαν, καί καταργήσας τόν θάνατον, εδωρήσατο ημίν ζωήν τήν αιώνιον.
Though You went down into the tomb, O Immortal One, yet You brought down the dominion of Hades; and You rose as the victor, O Christ our God; and You called out "Rejoice" to the Myrrh-bearing women, and gave peace to Your Apostles, O Lord who to the fallen grant resurrection.
Eἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.
In your holy birth, Immaculate One, Joachim and Anna were rid of the shame of childlessness; Adam and Eve of the corruption of death. And so your people, free of the guilt of their sins, celebrate crying: "The barren one gives birth to the Theotokos, who nourishes our life."
Ιωακείμ καί Άννα όνειδισμού ατεκνίας, καί Αδάμ καί Εύα, εκ τής φθοράς τού θανάτου, ηλευθερώθησαν, Άχραντε, εν τή αγία γεννήσει σου, αυτήν εορτάζει καί ο λαός σου, ενοχής τών πταισμάτων, λυτρωθείς εν τώ κράζειν σοι, Η στείρα τίκτει τήν Θεοτόκον, καί τροφόν τής ζωής ημών.
Epistle Reading
Prokeimenon. Plagal Second Mode. Psalm 27.9,1.
O Lord, save your people and bless your inheritance.
Verse: To you, O Lord, I have cried, O my God.
The reading is from St. Paul's Letter to the Galatians 6:11-18.
Brethren, see with what large letters I am writing to you with my own hand. It is those who want to make a good showing in the flesh that would compel you to be circumcised, and only in order that they may not be persecuted for the cross of Christ. For even those who receive circumcision do not themselves keep the law, but they desire to have you circumcised that they may glory in your flesh. But far be it from me to glory except in the cross of our Lord Jesus Christ, by which the world has been crucified to me, and I to the world. For neither circumcision counts for anything, nor uncircumcision, but a new creation. Peace and mercy be upon all who walk by this rule, upon the Israel of God. Henceforth let no man trouble me; for I bear on my body the marks of Jesus. The grace of our Lord Jesus Christ be with your spirit, brethren. Amen.
Προκείμενον. Plagal Second Mode. ΨΑΛΜΟΙ 27.9,1.
Σῶσον, Κύριε τὸν λαὸν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σἐ, Κύριε, κεκράξομαι ὁ Θεός μου.
τὸ Ἀνάγνωσμα Πρὸς Γαλάτας 6:11-18.Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.
Gospel Reading
The Reading is from John 3:13-17
The Lord said, "No one has ascended into heaven but he who descended from heaven, the Son of man who is in heaven. And as Moses lifted up the serpent in the wilderness, so must the Son of man be lifted up, that whoever believes in him may have eternal life.
"For God so loved the world that he gave his only Son, that whoever believes in him should not perish but have eternal life. For God sent the Son into the world, not to condemn the world, but that the world might be saved through him."
Κατὰ Ἰωάννην 3:13-17
Εἶπεν ὁ Κύριος· καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ. καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.
|